Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.189 Joseph. AJ 11.195 (English) >>Joseph. AJ 11.200

11.193ὑπʼ αὐτοῦ πολλάκις εἰς τὸ συμπόσιον ὑπήκουσεν οὐδὲ ἅπαξ.” προσέταξεν οὖν δηλοῦν, τίνα κατʼ αὐτῆς νόμον ὁρίζουσιν. ἑνὸς δʼ ἐξ αὐτῶν Μουχαίου ὄνομα εἰπόντος οὐκ αὐτῷ μόνῳ ταύτην γεγονέναι τὴν ὕβριν, ἀλλὰ πᾶσι Πέρσαις, οἷς κινδυνεύεται καταφρονουμένοις ὑπὸ τῶν γυναικῶν αἴσχιστα διαγεγονέναι τὸν βίον· 11.194οὐδεμία γὰρ τοῦ συνοικοῦντος ἀνδρὸς αἰδῶ ποιήσεται παράδειγμα τὴν τῆς βασιλίσσης ὑπερηφανίαν πρὸς σὲ τὸν κρατοῦντα ἁπάντων ἔχουσα. παρακελευομένου δὲ τὴν οὕτως ἐνυβρίζουσαν αὐτῷ ζημιῶσαι μεγάλην ζημίαν καὶ τοῦτο ποιήσαντα διαγγεῖλαι τοῖς ἔθνεσιν τὰ περὶ τῆς βασιλίσσης κεκυρωμένα, ἔδοξε τὴν Ἄστην ἐκβαλεῖν καὶ δοῦναι τὴν ἐκείνης τιμὴν ἑτέρᾳ γυναικί. 11.195

Διακείμενος δὲ πρὸς αὐτὴν ἐρωτικῶς καὶ μὴ φέρων τὴν διάζευξιν, καταλλαγῆναι μὲν αὐτῇ διὰ τὸν νόμον οὐκ ἐδύνατο, λυπούμενος δὲ ὡς ἐπʼ ἀδυνάτοις οἷς ἤθελεν διετέλει. βλέποντες δʼ αὐτὸν οὕτως ἔχοντα χαλεπῶς οἱ φίλοι συνεβούλευον τὴν μὲν τῆς γυναικὸς μνήμην καὶ τὸν ἔρωτα μηδὲν ὠφελούμενον ἐκβαλεῖν, 11.196ζητῆσαι δὲ περιπέμψαντα καθʼ ὅλην τὴν οἰκουμένην παρθένους εὐπρεπεῖς, ὧν τὴν προκριθεῖσαν ἕξειν γυναῖκα· σβέννυσθαι γὰρ τὸ πρὸς τὴν προτέραν φιλόστοργον ἑτέρας ἐπεισαγωγῇ, καὶ τὸ πρὸς ἐκείνην εὔνουν ἀποσπώμενον κατὰ μικρὸν γίνεσθαι τῆς συνούσης.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.189 Joseph. AJ 11.195 (English) >>Joseph. AJ 11.200

Powered by PhiloLogic